Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.211 Joseph. AJ 8.215 (English) >>Joseph. AJ 8.218

8.213προσελθόντες οὖν οἵ τε ἄρχοντες αὐτῷ τοῦ λαοῦ καὶ Ἱεροβόαμος παρεκάλουν λέγοντες ἀνεῖναί τι τῆς δουλείας αὐτοῖς καὶ γενέσθαι χρηστότερον τοῦ πατρός· βαρὺν γὰρ ὑπʼ ἐκείνῳ ζυγὸν αὐτοὺς ὑπενεγκεῖν· εὐνούστεροι δὲ ἔσεσθαι πρὸς αὐτὸν καὶ ἀγαπήσειν τὴν δουλείαν διὰ τὴν ἐπιείκειαν διὰ τὸν φόβον. 8.214 δὲ μετὰ τρεῖς ἡμέρας εἰπὼν αὐτοῖς ἀποκρινεῖσθαι περὶ ὧν ἀξιοῦσιν ὕποπτος μὲν εὐθὺς γίνεται μὴ παραχρῆμα ἐπινεύσας αὐτοῖς τὰ πρὸς ἡδονήν, πρόχειρον γὰρ ἠξίουν εἶναι τὸ χρηστὸν καὶ φιλάνθρωπον καὶ ταῦτʼ ἐν νέῳ, ἐδόκει δʼ ὅμως καὶ τὸ βουλεύσασθαι τοῦ μὴ παραυτίκα ἀπειπεῖν ἀγαθῆς ἐλπίδος ἔχεσθαι. 8.215

Συγκαλέσας δὲ τοὺς πατρῴους φίλους ἐσκοπεῖτο μετʼ αὐτῶν, ποδαπὴν δεῖ ποιήσασθαι τὴν ἀπόκρισιν πρὸς τὸ πλῆθος. οἱ δʼ ἅπερ εἰκὸς τοὺς εὔνους καὶ φύσιν ὄχλων εἰδότας παρῄνουν αὐτῷ φιλοφρόνως ὁμιλῆσαι τῷ λαῷ καὶ δημοτικώτερον κατὰ βασιλείας ὄγκον· χειρώσεσθαι γὰρ οὕτως εἰς εὔνοιαν αὐτὸν φύσει τῶν ὑπηκόων ἀγαπώντων τὸ προσηνὲς καὶ παρὰ μικρὸν ἰσότιμον τῶν βασιλέων. 8.216 δʼ ἀγαθὴν οὕτως καὶ συμφέρουσαν ἴσως πρὸς τὸ πᾶν, εἰ δὲ μή, πρός γε τὸν τότε καιρὸν ὅτʼ ἔδει γενέσθαι βασιλέα γνώμην ἀπεστράφη τοῦ θεοῦ ποιήσαντος οἶμαι κατακριθῆναι τὸ συμφέρον ὑπʼ αὐτοῦ· καλέσας δὲ μειράκια τὰ συντεθραμμένα καὶ τὴν τῶν πρεσβυτέρων αὐτοῖς συμβουλίαν εἰπών, τί δοκεῖ ποιεῖν αὐτοῖς ἐκέλευσε λέγειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.211 Joseph. AJ 8.215 (English) >>Joseph. AJ 8.218

Powered by PhiloLogic